Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.436 Joseph. BJ 7.444 (English) >>Joseph. BJ 7.450

7.441 δʼ ἡγεμὼν τοῦ βουλεύματος Ἰωνάθης τότε μὲν διέφυγε, πολλῆς δὲ καὶ λίαν ἐπιμελοῦς ἀνὰ πᾶσαν τὴν χώραν ζητήσεως γενομένης ἥλω, καὶ πρὸς τὸν ἡγεμόνα ἀναχθεὶς αὑτῷ μὲν ἐμηχανᾶτο τῆς τιμωρίας ἀπαλλαγήν, τῷ Κατύλλῳ δʼ ἔδωκεν ἀφορμὴν ἀδικημάτων. 7.442 μὲν γὰρ τοὺς πλουσιωτάτους τῶν Ἰουδαίων ἔλεγε καταψευδόμενος διδασκάλους αὐτῷ τοῦ βουλεύματος γεγονέναι, 7.443προθύμως δὲ τὰς διαβολὰς ἐκεῖνος ἐξεδέχετο καὶ τῷ πράγματι πολὺν ὄγκον περιετίθει μεγάλα προστραγῳδῶν, ἵνα δόξειε καὐτὸς Ἰουδαϊκόν τινα πόλεμον κατωρθωκέναι. 7.444τὸ δὲ δὴ τούτου χαλεπώτερον, πρὸς γὰρ τῷ πιστεύειν ῥᾳδίως ἔτι καὶ διδάσκαλος ἦν τῶν σικαρίων τῆς ψευδολογίας· 7.445κελεύσας γοῦν αὐτὸν ὀνομάσαι τινὰ τῶν Ἰουδαίων Ἀλέξανδρον, πάλαι προσκεκρουκὼς φανερὸν ἐξενηνόχει τὸ μῖσος, τήν τε γυναῖκα

-- --

τὴν ἐκείνου Βερενίκην ταῖς αἰτίαις συνεμπλέξας, τούτους μὲν πρῶτον ἀνεῖλεν, ἐπὶ δʼ αὐτοῖς ἅπαντας τοὺς εὐπορίᾳ χρημάτων διαφέροντας ὁμοῦ τι χιλίους ἐφόνευσεν ἄνδρας· 7.446καὶ ταῦτα πράττειν ἐνόμιζεν ἀσφαλῶς, ὅτι τὰς οὐσίας αὐτῶν εἰς τὰς τοῦ Καίσαρος προσόδους ἀνελάμβανεν. 7.447

Ὅπως δὲ μηδὲ ἀλλαχοῦ τινες τῶν Ἰουδαίων ἐλέγξωσιν αὐτοῦ τὴν ἀδικίαν, πορρωτέρω τὸ ψεῦδος ἐξέτεινε καὶ πείθει τὸν Ἰωνάθην καί τινας τῶν ἅμʼ ἐκείνῳ συνειλημμένων νεωτερισμοῦ κατηγορίαν ἐπιφέρειν τοῖς ἐν Ἀλεξανδρείᾳ τε καὶ Ῥώμῃ τῶν Ἰουδαίων δοκιμωτάτοις.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.436 Joseph. BJ 7.444 (English) >>Joseph. BJ 7.450

Powered by PhiloLogic